Revelation of John 16

1Καὶ ἤκουσα
 μεγάλης φωνῆς = WH NA/NIV: || φωνῆς μεγάλης = Treg RP
μεγάλης φωνῆς ⸃ ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ
 ἐκχέετε = WH NA/NIV: || ἐκχέατε = Treg RP
ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.

2Καὶ ἀπῆλθεν πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

3Καὶ
 δεύτερος = WH Treg NA/NIV: || δεύτερος ἄγγελος = RP
δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ
 ζωῆς = WH Treg NA/NIV: || ζῶσα = RP
ζωῆς ἀπέθανεν
 τὰ = WH Treg NA/NIV: || [omit] = RP
τὰ ἐν τῇ θαλάσσῃ.

4Καὶ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς
 καὶ = WH Treg NA/NIV: || καὶ εἰς = RP
καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὢν καὶ ἦν,
 ὁ = WH NA/NIV RP: || [omit] = Treg
ὅσιος, ὅτι ταῦτα ἔκρινας,
6ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς
 δέδωκας = WH Treg NA/NIV: || ἔδωκας = RP
δέδωκας πιεῖν· ἄξιοί εἰσιν.
7καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, θεός, παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

8Καὶ
 τέταρτος = WH Treg NA/NIV: || τέταρτος ἄγγελος = RP
τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι
 τοὺς ἀνθρώπους ἐν πυρί = WH Treg NA/NIV: || ἐν πυρί τοὺς ἀνθρώπους = RP
τοὺς ἀνθρώπους ἐν πυρί ⸃.
9καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ
 ἐβλασφήμησαν = WH Treg NA/NIV: || ἐβλασφήμησαν οἱ ἄνθρωποι = RP
ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος
 τὴν = WH Treg NA/NIV: || [omit] = RP
τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.

10Καὶ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

12Καὶ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν
 τὸν = WH Treg NA/NIV: || [omit] = RP
τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα
 τρία ἀκάθαρτα = WH Treg NA/NIV: || ἀκάθαρτα τρία = RP
τρία ἀκάθαρτα ⸃ ὡς βάτραχοι·
14εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς
 ἡμέρας = WH Treg NA/NIV: || ἡμέρας ἐκείνης = RP
ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος—
15Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— 16καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.

17Καὶ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη
 ἐκ = WH Treg NA/NIV: || ἀπὸ = RP
ἐκ τοῦ
 ναοῦ = WH Treg NA/NIV: || ναοῦ τοῦ οὐρανοῦ = RP
ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν—
18καὶ ἐγένοντο ἀστραπαὶ καὶ
 φωναὶ καὶ βρονταί = WH Treg NA/NIV: || βρονταί καὶ φωναὶ = RP
φωναὶ καὶ βρονταί ⸃, καὶ σεισμὸς
 ἐγένετο = WH Treg NA/NIV: || [omit] = RP
ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ
 ἄνθρωποι ἐγένοντο = WH: || οἱ ἄνθρωποι ἐγένοντο = RP; || ἄνθρωπος ἐγένετο = Treg NA/NIV
ἄνθρωποι ἐγένοντο ⸃ ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας,
19καὶ ἐγένετο πόλις μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· 20καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν πληγὴ αὐτῆς σφόδρα.



Copyright information for SBLG